
Μάρκ, ΙΕ' 43-47 - ΙΣΤ' 1-8
Τῷ καιρῷ ἐκείνῳ, ἐλθὼν ᾿Ιωσὴφ ὁ ἀπὸ ᾿Αριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ
αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον καὶ
ᾐτήσατο τὸ σῶμα τοῦ ᾿Ιησοῦ. ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε, καὶ
προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε· καὶ γνοὺς ἀπὸ
τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ ᾿Ιωσήφ....